Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 4.59 | Joseph. AJ 4.64 (English) | >>Joseph. AJ 4.68 |
4.62οὐδένα γὰρ ἔτι αὐτῆς ἄλλον ἀντιποιήσεσθαι καὶ τοὺς πρώτους ὁρῶντα κακῶς ἀπολωλότας . ἔτι γε μὴν καὶ παρὰ τῶν οἰκείων τοῖς διεφθαρμένοις δέησις ἐγένετο πολλὴ τοῦ πλήθους μειῶσαί τι τῆς Μωυσέος μεγαλαυχίας · ἀσφαλὲς γὰρ αὐτοῖς τοῦτʼ εἶναι .
4.63
λήψεσθαι γὰρ ἐκεῖνον τὴν ἱερωσύνην , οὗπερ ἂν ὁ θεὸς ἐπισημήνῃ τῇ βακτηρίᾳ . δόξαν οὖν κομίζουσιν οἵ τε ἄλλοι καὶ Ἀαρὼν ἐπιγράψας Λευῖτιν ἐν τῇ βακτηρίᾳ , καὶ ταύτας Μωυσῆς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατατίθησι . τῇ δὲ ἐπιούσῃ προεκόμισε τὰς βακτηρίας · γνώριμοι δʼ ἦσαν κατασημηναμένων αὐτὰς τῶν τε ἀνδρῶν οἵπερ ἐκόμιζον καὶ τοῦ πλήθους .
4.65καὶ τὰς μὲν ἄλλας ἐφʼ οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον , ἐκ δὲ τῆς Ἀαρῶνος βλαστούς τε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον , ἀμύγδαλα δʼ ἦν , ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης .
4.66ἐκπλαγέντες δʼ ἐπὶ τῷ παραλόγῳ τῆς θέας , εἰ καί τισι διὰ μίσους ἦν ὁ Μωυσῆς καὶ Ἀαρών , ἀφέντες τοῦτο θαυμάζειν ἤρξαντο τὴν τοῦ θεοῦ περὶ αὐτῶν κρίσιν καὶ τὸ λοιπὸν ἐπευφημοῦντες τοῖς δεδογμένοις τῷ θεῷ συνεχώρουν Ἀαρῶνι καλῶς ἔχειν τὴν ἀρχιερωσύνην . καὶ ὁ μὲν τρὶς αὐτὸν τοῦ θεοῦ χειροτονήσαντος βεβαίως εἶχε τὴν τιμήν , ἡ δὲ τῶν Ἑβραίων στάσις πολὺν ἀκμάσασα χρόνον τοῦτον ἐπαύθη τὸν τρόπον .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 4.59 | Joseph. AJ 4.64 (English) | >>Joseph. AJ 4.68 |